Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.217 Joseph. AJ 2.221 (English) >>Joseph. AJ 2.225

2.219ἔπειτα δὲ δείσας Ἀμαράμης, μὴ κατάφωρος γένηται καὶ πεσὼν ὑπὸ τὴν τοῦ βασιλέως ὀργὴν αὐτός τε ἀπόληται μετὰ τοῦ παιδίου καὶ τοῦ θεοῦ τὴν ἐπαγγελίαν ἀφανίσειεν, ἔγνω μᾶλλον ἐπὶ τούτῳ ποιήσασθαι τὴν τοῦ παιδὸς σωτηρίαν καὶ πρόνοιαν τῷ λήσεσθαι πεπιστευκώς, τοῦτο δʼ ἦν ἄδηλον, ἐναποκινδυνεύειν οὐ τῷ παιδὶ μόνον κρυφαίως τρεφομένῳ ἀλλὰ καὶ αὐτῷ· 2.220τὸν δὲ θεὸν ἡγεῖτο πᾶσαν ἐκποριεῖν ἀσφάλειαν ὑπὲρ τοῦ μηδὲν ψευδὲς γενέσθαι τῶν εἰρημένων. ταῦτα κρίναντες μηχανῶνται πλέγμα βίβλινον ἐμφερὲς τῇ κατασκευῇ κοιτίδι μεγέθους αὐτὸ ποιήσαντες αὐτάρκους εἰς τὸ μετʼ εὐρυχωρίας ἐναποκεῖσθαι τὸ βρέφος, ἔπειτα χρίσαντες ἀσφάλτῳ, 2.221τῷ γὰρ ὕδατι τὴν διὰ τῶν πλεγμάτων ἀποφράττειν εἴσοδον ἄσφαλτος πέφυκεν, ἐντιθέασι τὸ παιδίον καὶ κατὰ τοῦ ποταμοῦ βαλόντες εἴασαν ἐπὶ τῷ θεῷ τὴν σωτηρίαν αὐτοῦ. καὶ τὸ μὲν ποταμὸς παραλαβὼν ἔφερε, Μαριάμη δὲ τοῦ παιδὸς ἀδελφὴ κελευσθεῖσα ὑπὸ τῆς μητρὸς ἀντιπαρεξῄει φερόμενον ὅποι χωρήσει ὀψομένη τὸ πλέγμα. 2.222ἔνθα καὶ ἔδειξεν θεὸς μηδὲν μὲν τὴν ἀνθρωπίνην σύνεσιν, πᾶν δʼ τι καὶ βουληθείη πράττειν αὐτὸ τέλους ἀγαθοῦ τυγχάνον, καὶ διαμαρτάνοντας μὲν τοὺς ὑπὲρ οἰκείας ἀσφαλείας ἄλλων κατακρίνοντας ὄλεθρον καὶ πολλῇ περὶ τούτου χρησαμένους σπουδῇ,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.217 Joseph. AJ 2.221 (English) >>Joseph. AJ 2.225

Powered by PhiloLogic